Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.66 Dem. 45.70 (English) >>Dem. 45.73

45.68οὐ τοίνυν οὐδʼ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς, σωφροσύνης ἄν τις ἡγήσαιτʼ εἰκότως εἶναι σημεῖα, ἀλλὰ μισανθρωπίας. ἐγὼ γάρ, ὅστις αὐτῷ μηδενὸς συμβεβηκότος δεινοῦ, μηδὲ τῶν ἀναγκαίων σπανίζων, ἐν ταύτῃ τῇ σχέσει διάγει τὸν βίον, τοῦτον ἡγοῦμαι συνεορακέναι καὶ λελογίσθαι παρʼ αὑτῷ, ὅτι τοῖς μὲν ἁπλῶς, ὡς πεφύκασι, βαδίζουσι καὶ φαιδροῖς καὶ προσέλθοι τις ἂν καὶ δεηθείη καὶ ἐπαγγείλειεν οὐδὲν ὀκνῶν, τοῖς δὲ πεπλασμένοις καὶ σκυθρωποῖς ὀκνήσειέ τις ἂν προσελθεῖν πρῶτον. 45.69οὐδὲν οὖν ἄλλʼ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτʼ ἔστι, καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ. σημεῖον δέ· τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων, πράττων πολὺ βέλτιον σὲ προσῆκον ἦν, τῷ πώποτʼ εἰσήνεγκας, τίνι συμβέβλησαί πω, τίνʼ εὖ πεποίηκας; 45.70οὐδένʼ ἂν εἰπεῖν ἔχοις· ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων, ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτʼ ἀφʼ ὧν ἔζη, ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας. οὐδεὶς δὲ πώποθʼ οὕτω πικρῶς οὐδʼ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους. εἶθʼ ὃν ὁρᾶτʼ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν, τοῦτον ὑμεῖς ἠδικηκότʼ ἐπʼ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε; δείνʼ ἄρʼ, ἄνδρες δικασταί, ποιήσετε καὶ οὐχὶ δίκαια.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.66 Dem. 45.70 (English) >>Dem. 45.73

Powered by PhiloLogic